Ποιμὴν εἶ τῶν λογικῶν προβάτων τοῦ Χριστοῦ;
Τὰ πρόβατα μάνδρευε, τὰ πεπλανημένα ἐπίστρεφε, τὰ συντετριμμένα ἐπίδευε, τὰ λυκόδηκτα ἰῶ, τοὺς λύκους ἀπόστρεφε, τοὺς κύνας τοὺς ὑπὲρ τοῦ ποιμνίου οὐ γὰρ ὑπνοῦντας, ἀλλ' ὑλακτοῦντας καὶ λαθροφοροῦντας εἰς τοῦ Δεσπότου τὸ ποίμνιον· τούτους ἀπέλαυνε. Τὴν ἐκ τῆς Μαρίας ἀειθαλῆ βλαστήσασαν χλόην ὑποδείκνυε, τὴν ἀθάνατον πηγὴν τοῦ βαπτίσματος σήμαινε, τὸ ἐσπιλωμένον πρόβατον τῷ ὕδατι τῶν δακρύων ἀπόσμηχε· πάντα πόνον καὶ κάματον ὑπόμενε, ἵνα, φανερωθέντος τοῦ ἀρχιποιμένος Χριστοῦ, δέξῃ τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
Πρόβατον εἶ; Πείθου τῷ ποιμένι σου, τὴν μάνδραν μὴ φεῦγε, τὴν πίστιν δὲ στέργε, τὴν ῥάβδον τοῦ ποιμένος μὴ ἐκκλίνῃς. οὐ γὰρ πατάσσει σε, ἵνα ἀποκτείνῃ, ἀλλ' ἵνα ἀπὸ τῆς πλάνης σε ἐπιστρέψῃ. Τὸ ἐκ τῆς Ἰεσσαὶ ῥάβδου βλαστῆσαν ἄνθος νέμου ἀδιακρίτως, τὴν ἐκ τῆς ἀκροτόμου πέτρας κοχλαδὸν βλαστάνουσαν πηγὴν ἀθάνατον ποτίζου, ἵν' ἐντεῦθεν εἰς τὴν μάνδραν τῆς τρυφῆς μὴ σύναγε πλοῦτον, μᾶλλον δὲ τὸν πλοῦτον μὴ ἀγάπα· χρημάτων φροντίδα φεῦγε, τὰ δίγματα μὴ σύνεχε· τὰ χρήματα μὴ σύναγε, δι' ὧν φύεται τὰ ἐγκλήματα, ἀλλὰ σπεῖρε πλουσίως τὴν τροφὴν τοῖς πένησιν, ἐλπίζων λάβρον καὶ πέπειρον τὸ δράγμα θερίσαι τῆς ψυχῆς.
Πηγή: www.imka.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου